Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 61.33 Dem. 61.35 (English) >>Dem. 61.40

61.34παυσάμενος οὖν περὶ τούτων, ἤδη πειράσομαί σοι συμβουλεύειν ἐξ ὧν ἐντιμότερον ἔτι τὸν σαυτοῦ βίον καταστήσεις. βουλοίμην δʼ ἄν σε μὴ πάρεργον ποιήσασθαι τὸ προσέχειν τὸν νοῦν τοῖς μέλλουσιν ῥηθήσεσθαι, μηδʼ ὑπολαμβάνειν τοῦθʼ, ὡς ἄρʼ ἐγὼ τούτοις κέχρημαι τοῖς λόγοις οὐ τῆς σῆς ὠφελίας ἕνεκα, ἀλλʼ ἐπιδείξεως ἐπιθυμῶν, ἵνα μήτε διαμάρτῃς τῆς ἀληθείας, μήτʼ ἀντὶ τῶν βελτίστων τὰ τυχόνθʼ ἑλόμενος χεῖρον περὶ σαυτοῦ βουλεύσῃ. 61.35καὶ γὰρ τοῖς μὲν ἀφανῆ καὶ ταπεινὴν τὴν φύσιν ἔχουσιν οὐδʼ ὅταν μὴ καλῶς τι πράξωσιν ἐπιπλήττομεν, τοῖς δʼ ὥσπερ σὺ περιβλέπτοις γεγενημένοις καὶ τὸ παραμελῆσαί τινος τῶν καλλίστων αἰσχύνην φέρει. ἔτι δʼ οἱ μὲν ἐπὶ τῶν ἄλλων λόγων ψευσθέντες καθʼ ἑνὸς μόνου πράγματος οὐ τὰ κράτιστʼ ἔγνωσαν· οἱ δὲ τῆς τῶν ἐπιτηδευμάτων συμβουλίας διαμαρτόντες καταφρονήσαντες παρʼ ὅλον τὸν βίον τῆς ἑαυτῶν ἀγνωσίας ὑπομνήματʼ ἔχουσιν.

61.36τούτων μὲν οὐδὲν δεῖ σε παθεῖν, σκοπεῖσθαι δὲ τί τῶν ἀνθρωπείων μεγίστην δύναμιν ἔχει, καὶ τίνος καλῶς μὲν ἀποβάντος πλεῖστʼ ἂν κατορθοῖμεν, διαφθαρέντος δὲ μέγιστʼ ἂν βλαπτοίμεθα παρὰ τὸν βίον· οὐ γὰρ ἄδηλον ὅτι τούτου καὶ μάλιστʼ ἐπιμέλειαν ποιητέον, μεγίστην ῥοπὴν ἐφʼ ἑκάτερον ἐργάζεσθαι πέφυκεν. 61.37τῶν μὲν τοίνυν ἐν ἀνθρώποις διάνοιαν ἁπάντων εὑρήσομεν ἡγεμονεύουσαν, ταύτην δὲ φιλοσοφίαν μόνην παιδεῦσαί τʼ ὀρθῶς καὶ γυμνάσαι δυναμένην. ἧς οἴομαι σε δεῖν μετασχεῖν, καὶ μὴ κατοκνῆσαι μηδὲ φυγεῖν τὰς ἐνούσας ἐν αὐτῇ πραγματείας, ἐνθυμούμενον ὅτι διὰ μὲν ἀργίας καὶ ῥᾳθυμίας καὶ τὰ παντελῶς ἐπιπολῆς δυσχείρωτʼ ἐστί, διὰ δὲ καρτερίας καὶ φιλοπονίας οὐδὲν τῶν ὄντων ἀγαθῶν ἀνάλωτον πέφυκεν,



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 61.33 Dem. 61.35 (English) >>Dem. 61.40

Powered by PhiloLogic